Ancient Greek · ~10 min
Section 3, Page 33
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.33.11
Not analysed yet
33, 11. ὑμεῖς. 12. μέλλετε. Χρὴ δὲ γινώσκειν ὅτι ἐπὶ μὲν τῶν ἄλλων μακαρισμῶν, ἀδιο- ρίστως ἔλεγεν, μακάριοι οἱ πτωχοὶ, μακάριοι οἱ ἐλεήμονες, ἐνταῦθα δὲ οὐκ ἀδιορίστως αὐτὸ τέθεικεν, ἀλλὰ πρὸς αὐτοὺς τρέπει τὸν λόγον λέγων, “μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ εἴπωσιν “πᾶν πονηρόν.” δεικνὺς ὅτι αὐτῶν μάλιστα ἐξαίρετον τοῦτό ἐστιν, καὶ ὑπὲρ τοὺς ἄλλους πάντας τῶν διδασκάλων ἴδιον τοῦτο. οὐδὲ γὰρ δυνατὸν τοὺς ἐν ἀρετῇ ζῶντας παρὰ πάντων ἀκούειν καλῶς, ἁλλὰ καὶ τὸ ὀνειδίζεσθαι καὶ πᾶν πονηρὸν ἀκούειν ῥῆμα καὶ διώ- κεσθαι. Τὸ δὲ “ἕνεκεν ἐμοῦ” εἴρηται, τὸ ἑαυτοῦ ἀξίωμα ἐνταῦθα αἰνιττόμενος, καὶ τὴν πρὸς τὸν γεγεννηκότα ὁμοτιμίαν· ὡσπερ γὰρ διὰ τὸν Πατέρα οἱ προφῆται ἐκεῖνα ἔπασχον, οὕτως καὶ ὑμεῖς δι’ ἐμὲ τὰ ὁμοία πείσεσθε. Διατί δὲ εἶπεν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν; δεικνὺς καἰ αὐ- τοὺς ἤδη προφήτας γενομένους. Tίνος δὲ χάριν τοιοῦτον μέγα μισθὸν τίθησιν ὑπὲρ κατηγοριῶν μόνον; ἐπειδὴ μάλιστα τῶν πραγμάτων αὐτῶν χαλεπώτερον αὑτὰ δάκνουσιν. ἐν μὲν γὰρ τοῖς κινδύνοις πολλὰ τὰ κουφίζοντα τὸν πόνον εἰσὶν, τοὺς πολλοὺς ἔχειν ἐπαινοῦντας καὶ ἀνακηρύττοντας, ἐν δὲ τῇ κατηγορία, ἀνήρηται ἡ παραμυθία· οὔτε γὰρ δοκεῖ εἶναι μέγα τὸ καθόρθωμα. πολλοὶ γοῦν καὶ ἐπὶ βρόχον a ἦλθον, πονηρὰν οὐ φέροντες δόξαν, καὶ τί θαυμάζομεν εἰ ἐπὶ τῶν ἄλλων ἀνθρώπων τοῦτο συμβαίνει; ὅπου γε καὶ Ἱὼβ ὁ ἀδάμας καὶ πέτρας στερρότερος, ἡνίκα μὲν τὰ χρήματα ἀφῄρητο καὶ τὰ ἀνήκεστα ἔπασχεν δεινὰ, καὶ ἄπαις ἐξαίφνης ἐγένετο, καὶ πηγὴν σκωλήκων τὸ σῶμα ἀναβλύζον ἑώρα, καὶ τὴν γυναῖκα ἐπικειμένην, ταῦτα πάντα διεκρόυσατο. ἐπειδὴ δὲ εἶδεν τοὺς φίλους ὀνειδίζοντας, τότε ἐθορυβήθη, βήθη, τότε ἐταράχθη ὁ γενναῖος καὶ μέγας ἀνήρ. καὶ ὁ Δαβὶδ δὲ ἅπαντα ἀφεὶς ἅπερ ἔπαθεν, ἀντὶ τῆς κατηγορίας τοῦ Σεμεῆ ἀμοιβὴν ἐζήτει παρὰ τοῦ Θεοῦ “ἄφες γὰρ αὐτὸν,” φησιν, “ὅπως ἴδῃ τὴν ταπείνωσίν μου ὁ Θεὸς, καὶ ἀνταποδώσῃ μοι "ἀγαθὰ ἀντὶ τῶν κατηγοριῶν αὐτοῦ.” διὰ δὴ τοῦτο πολὺν τὸν μισθὸν τέθεικεν ὁ Χριστὸς ὑπὲρ κατηγοριῶν μόνον. Χρὴ δὲ καὶ τοῦτο γινώσκειν ὅτι διὰ τοῦτο ἔσχατον πάντων τέθεικεν τὸ ὑπομένειν κατηγορίας, ὡς μέγα τι ὑπάρχον. ἔτι δὲ καὶ ὅτι ἕκαστος μακαρισμὸς εἷς τοῦ ἑνὸς ἔχεται, ὥσπερ τις σειρὰ χρυσῆ· οἷον ὁ πτωχὸς τῷ πνεύματι πάντως καὶ τὰ οἰκεῖα πενθήσει ἁμαρτήματα· ὁ πενθῶν καὶ πρᾶος ἔσται, καὶ ὁ δίκαιος καὶ ἐλεήμων· ἐξ ὧν γίνεται καὶ καθαρὸς τῇ καρδίᾳ· ὁ δὲ τοιοῦτος καὶ εἰρηνοποιὸς· ὁ δὲ πάντα ταῦτα κατορθωκὼς, καὶ πρὸς κινδύνους ἔσται παρεσκευασμένος, καὶ οὐ ταραχθήσεται ἀκούων κακῶς.