Ancient Greek · ~3 min
Section 3, Page 33
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.33.19
Not analysed yet
19. καρασκεύσατε. Ὅτε γὰρ πρᾶος καὶ ἐπιεικὴς καὶ ἐλεήμων καὶ δίκαιος, οὐκ εἰς ἑαυτὸν συγκλείει τὰ κατορθώματα μόνον, ἀλλὰ καὶ εἰς πάντας ἐξαπλοῖ. τί οὖν τὰ σεσηπότα οὗτοι διώρθωσαν; οὐδαμῶς· οὐδὲ γὰρ δυνατὸν τὰ ἐφθορότα ἤδη ἐπιπάσσοντας ἅλας ὠφελεῖν· οὐδὲ τοῦτο ἐποίουν, ἀλλὰ ἀνανεωθέντα πρότερον καὶ τῆς δυσωδίας ἀπαλλαγέντα ἐκείνης. εἶτα παραδοθέντα αὐτοῖς, τότε ἥλιζον κατέχοντες, διατηροῦντες ἐν τῇ νεαρότητι ταύτῃ, ἣν παρὰ τοῦ δεσπότου ἡμῶν ἔλαβον. τὸ μὲν γὰρ ἀπαλλαγῆναι τῆς σηπεδόνος τῶν ἁμαρτημάτων τὸ κατόρθωμα τοῦ Χριστοῦ γέγονεν· τὸ δὲ μηκέτι ἐπ’ ἐκείνην ἐπανελθεῖν, τῆς τούτων σπουδῆς ἔργον ἢν. Ὁρᾷς πῶς κατὰ μικρὸν καὶ τῶν προφητῶν δείκνυσιν αὐτοὺς ὄντας βελτίους. οὐ γὰρ τῆς Παλαιστίνης διδασκάλους φησὶν εἶναι, ἀλλὰ τῆς γῆς ἁπάσης, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ κολακεύοντες ἀλλὰ ἐπιστύφοντες ὥσπερ τὸ ἅλας, οὕτω ποθεινοὶ πᾶσιν ἐγένοντο.