Ancient Greek · ~5 min
Section 3, Page 33
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.33.6
Not analysed yet
33, 6. φιλοσοφίαν. καὶ πάλιν τὸ ἔπαθλον πνευματικὸν ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακαρίζει δὲ καὶ τοὺς ὀνειδιζομένους καὶ διωκομένους καὶ πᾶν πονηρὸν ῥῆμα ἀκούοντας, οἷον κἂν γόητες, κἂν πλάνοι, κἂν λυμεῶνες, κἂν ὁ τι οὖν ἕτερον καλοῦνται· πλὴν ἵνα μὴ νομίσωμεν ὅτι τὸ κακῶς ἀκούειν ἁπλῶς μακαρίους ποιεῖ, δύο τέθεικεν μακαρισμοὺς, ὅταν καὶ δι’ αὐτὸν, καὶ ὅταν ψευδῆ ὦσιν τὰ λεγόμενα. ἐπεὶ ἃν μὴ ταῦτα προσῇ, οὐ μόνον οὐ μακάριος, ἀλλὰ καὶ ἄθλιος ὁ κακῶς ἀκούων. εἶτα τί τὸ ἔπαθλον· “ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.” Ἡμεῖς δὲ εἰ καὶ μὴ καθ’ ἕκαστον μακαρισμὸν βασιλείαν ἀκούομεν, μὴ ἀθυμήσωμεν, πάντας γὰρ τοὺς μακαρισθέντας εἰς τὴν βασιλείαν εἰσάγει· ὅταν γὰρ εἴπῃ ὅτι παρακληθήσονται οἱ πεν- θοῦντες, καὶ ἐλεηθήσονται οἱ ἐλεοῦντες, καὶ τὸν Θεὸν ὄψονται οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ υἱοὶ Θεοῦ κληθήσονται οἱ εἰρηνοποιοὶ, οὐδὲν ἄλλο ἣ τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τούτων αἰνίττεται· οἱ γὰρ τούτων ἀπολαύοντες, ἐκείνης ἐπιτεύξονται πάντως. διὰ τοῦτο γὰρ ἐπὶ πάντων τὸν μακαρισμὸν τέθεικεν, ἵνα μηδὲν αἰσθητὸν λογιζώμεθα· οὐδὲ γὰρ ἃν εἴη μακαριστὸν τὸ ἐν τῷ παρόντι βίῳ συγκαταλυόμενον καὶ σκιᾶς ταχύτερον παρατρέχον.