Ancient Greek · ~3 min
Section 3, Page 34
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.34.21
Not analysed yet
34, 21. ὡσπερ οὐν καὶ τὰ ἐναντία ποιοῦντες, οὐ μόνον τοὺς ἀνθρώπους ἀπολεῖτε, ἀλλὰ καὶ τὸ τοῦ Θεοῦ ὄνομα βλασφημεῖσθαι ποιήσετε. Ib. οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὅτι δὲ καὶ αὐτὸς ἐπλήρωσεν, δῆλον ἐξ ὧν εἶπεν πρὸς τὸν Ἰωάννην, ὡς προγέγραπται· “ὅτι καὶ οὕτω πρέπον ἡμῖν ἐστὶν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τοὺς δὲ προφήτας πῶς ἐπλήρωσεν ; δι’ ὧν τὰ περὶ αὐτοῦ λεχθέντα ὑπ’ αὐτῶν ἅπαντα τοῖς ἔργοις ἐβεβαίωσεν, καθὼς ὁ Εὐαγγελιστής φησιν, ἵνα πληρωθῇ διὰ τοῦ προφήτου τὸ ῥηθέν. καὶ ἡνίκα ἐτέχθη, καὶ ἡνίκα τὰ παιδία τὸν θαυμαστὸν ὕμνον ἦδον, καὶ ἡνίκα ἐπὶ τῆς ὄνου ἐκάθισεν, καὶ ἐφ’ ἑτέρων δὲ πλειόνων, ἅπερ ἅπαντα ἀπλήρωτα ἔμελλεν εἶναι εἰ μὴ παρεγένετο.