Ancient Greek · ~2 min
Section 3, Page 39
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.39.19
Not analysed yet
39, 19. εἰσάγειν. οὐ μὴν ἁπλῶς τοῦτο ποιεῖν ὁ νόμος ἐκέλευεν, ἀλλὰ δόντα βιβλίον ἀποστασίου τῇ γυναικὶ, ὥστε μὴ εἶναι κυρίαν πάλιν ἐπ’ αὐτὸν ἐπανελθεῖν· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἀλλὰ πάλιν μετὰ τὸ λαβεῖν ἄλλην ἐξῆν τὴν προτέραν ἐπαναγαγεῖν, πολλὴ ἡ σύγχυσις ἔμελλεν εἶναι, συνεχῶς τὰς ἀλλήλων λαμβανόντων πάντων· καὶ μοιχεία τὸ πρᾶγμα λοιπὸν ἦν σαφής· (sic) διόπερ οὐ μικρὰν ἐπενόησεν παραμυθίαν τὸ βιβλίον τοῦ ἀποστασίου. συνεχωρεῖτο δὲ ταῦτα, ἵνα μὴ ὁ μισῶν σφάξῃ τὴν μισουμένην. τοιοῦτο γὰρ τῶν Ἰουδαίων τὸ ἔθνος· οἱ γὰρ παίδων μὴ φειδόμενοι, καὶ προφήτας ἀναιροῦντες, πολλῷ μᾶλλον γυναικῶν οὐκ ἂν ἐφείσαντο.