Ancient Greek · ~2 min
Section 3, Page 46
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.46.9
Not analysed yet
46, 9. ἀπαλλαττόμεθα. καὶ ὥσπερ αὐτὸς ἐδίκασας σαυτῷ φησιν, οὕτως σοι δικάζω κἀγώ· κἂν ἀφῇς τῷ συνδούλῳ, καὶ πη ἐμοῦ τῆς αὐτῆς τεύξῃ χάριτος. καί τοίγε οὐκ ἴσον τοῦτο ἐκείνῳ· σὺ μὲν γὰρ δεόμενος ἀφίης, ὁ δὲ Θεὸς μηδενὸς χρείαν ἔχων· καὶ σὺ μὲν τῷ ὁμοδούλῳ· ὁ δὲ Θεὸς τῷ δούλῳ· σὺ ὑπεύθυνος ὢν μυρίοις κακοῖς, ὁ δὲ Θεὸς ἀναμάρτητος ὢν, ἀλλ’ ὁμῶς καὶ οὕτως τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυται.