Ancient Greek · ~2 min
Section 3, Page 47
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.47.13
Not analysed yet
47, 13. προσωπεῖον, καὶ μέχρι τούτου φαινόμενος λαμπρὸς, ἕως ἂν τὸ θέατρον κάθηται. ἐγὼ μὲν οὖν, φησὶν, οὐ βούλομαί σε τοιοῦτον εἶναι, διότι ἀπορρήγνυσιν τῆς πρὸς ἐμὲ δόξης τοῦτο. ὥσπερ οὖν συγκολλᾷ τὸ τούτων ὑπερορᾶν. Ἐπειδήπερ τὸ τῆς κενοδοξίας ἐξέβαλεν νόσημα, εὐκαίρως λοι- πὸν καὶ τὸν περὶ ἀκτημοσύνης εἰσάγει λόγον. μὴ θησαυρίζετε γὰρ ὑμῖν, φησὶν, θησαυροὺς, ἐπὶ τῆς γῆς. οὐδὲν γὰρ οὕτως χρημάτων ἐρᾶν παρασκευάζει ὡς ὁ τῆς δόξης ἔρως. ἀνωτέρω μὲν οὖν, ὅτι ἐλεεῖν δεῖ μόνον, ἔλεγεν, ἐνταῦθα δὲ καὶ πόσον ἐλεεῖν χρὴ δείκνυσιν τὴν βλάβην.