Ancient Greek · ~5 min
Section 3, Page 5
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.5.18
Not analysed yet
5, 18. σῶσαι τὸν λαὸν αὐτοῦ εἴρηται. τίνος ἕνεκεν οὐκ εἶπεν υἱοῦ Ἀβραὰμ καὶ τότε υἱοῦ Δαβὶδ, ἀλλὰ πρῶτον εἶπεν υἱὸν Δαβὶδ, καὶ τότε Ἀβραάμ; οὐχ ὥς τινες νομίζουσιν κάτωθεν, κ. τ. λ. Διατί δὲ οὐκ ἐμνήσθη καὶ ἑτέρων προγόνων ; περιττὸν ἡγούμενος τοῦτο ὅσον πρὸς Ἰουδαίους, καὶ γὰρ πρὸς αὐτοὺς ἐγράφη τοῦτο τὸ Εὐαγγέλιον. οὗτοι γὰρ μάλιστα ἦσαν οἱ θαυμαζόμενοι· ὁ μὲν ὡς προφήτης καὶ βασιλεὺς, ὁ δὲ ὡς πατριάρχης καὶ προφήτης. Πόθεν δὲ δῆλον ὅτι ἐκ τοῦ Δαβίδ ἐστιν ὁ Χριστὸς, εἰ ἐξ ἀνδρὸς οὐκ ἐγεννήθη, ἀλλ’ ἀπὸ γυναικὸς μόνον, ἥτις οὐ γενεαλογεῖται; ἀπὸ τοῦ τὸν Θεὸν εἰπεῖν τῷ Γαβριὴλ ἀπελθεῖν πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ· ἐκέλευεν δὲ ὁ νόμος μὴ ἐξεῖναι πρὸς γάμον συνάπτεσθαι ἄλλοθεν, ἀλλ’ ἐκ τῆς αὐτῆς φυλῆς· οὐ μόνον δὲ ἐξ αὐτῆς τῆς φυλῆς, ἀλλὰ καἰ ἐκ τῆς αὐτῆς πατριᾶς καὶ συγγενείας. ἐπεὶ οὖν οὐκ ἦν νόμος παρὰ Ἰουδαίοις γενεαλογεῖσθαι γυναῖκας, ἵνα τὸ ἔθος φυλάξῃ, ἐγενεαλόγησεν τὸν Ἰωσὴφ τὸν μνηστῆρα αὐτῆς· καὶ ἔδειξεν ὄντα ἐκ τῆς οἰκίας Δαβίδ. περὶ γὰρ τοῦ μνηστῆρος ἀποδειχθέντος ἀποδέδεικται τὸ καὶ τὴν παρθένον ἐκεῖθεν εἶναι.