Ancient Greek
Section 3, Page 67
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.67.30
Not analysed yet
67, 30. συνέρχονται δὲ πρὸς Ματθαῖον οἱ τελῶναι ὡς πρὸς ὁμότεχνον. αὐτὸς δὲ τῇ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν ἐγκαλλωπιζόμενος εἰσόδῳ, πάντας αὐτοὺς συνεκάλεσεν. ὁ δὲ δεσπότης ἡμῶν Χριστὸς, οὐχὶ διαλεγόμενος μόνον οὐδὲ θεραπεύων οὐδὲ ἐλέγχων τοὺς ἐχθροὺς, ἀλλὰ καὶ ἀριστῶν διώρθου πολλοὺς τῶν κακῶς διακειμένων. διὰ τούτων διδάσκων ἡμᾶς ὅτι πᾶς καιρὸς καὶ πᾶν ἔργον δύναται παρέχειν ἡμῖν ὠφελίαν· καίτοιγε τὰ παρακείμενα τότε ἐξ ἀδικίας ἦν καὶ πλεονεξίας, ἀλλ’ οὐ παρῃτήσατο ὁ Χριστὸς αὐτῶν μετασχεῖν· ἐπειδὴ μέγα τὸ κέρδος ἔμελλε γίνεσθαι· ὅθεν καὶ ὁμορόφιος καὶ ὁμοτράπεζος γίνεται τοῖς τὰ τοιαῦτα πλημμεληκόσιν· τοιοῦτον γὰρ ὁ ἰατρός. ἃν μὴ ἀνάσχηται τῆς σηπεδόνος τῶν καμνόντων, οὐκ ἀπαλλάττει τῆς ἀρρωστίας αὐτοὺς, καὶ τοίγε πονηρὰν ἐντεῦθεν ἔλαβεν δόξαν, φάγος καὶ οἰνοπότης καὶ τελωνῶν φίλος καὶ ἁμαρτωλῶν ἀκούων.