Ancient Greek
Section 3, Page 70
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.70.1
Not analysed yet
70, 1. ἀλλὰ θαρρήσασα περὶ τῆς ὑγείας οὕτω προσῆλθεν. διὰ τοῦτο δὲ οὐκ ἀφῆκεν αὐτὴν λαθεῖν ὁ Χριστός. πρῶτον μὲν ἵνα λύσῃ αὐτῆς τὸν φόβον, ὅπως μὴ ὑπὸ τοῦ συνειδότος κεντουμένη καθάπερ κεκλοφυῖα τὴν δωρεὰν, ἐναγωνία διατριβῇ· δεύτερον δὲ ἵνα αὐτὴν διορθώσηται, ἐπειδὴ ἐνόμισεν λανθάνειν. τρίτον δὲ ἵνα πᾶσαν τὴν πίστιν αὐτῆς δημοσιεύῃ, ὥστε καὶ τοὺς ἄλλους ζηλῶσαι δι’ ὧν καὶ τὸ στῆσαι τὰς πηγὰς τοῦ αἵματος, οὐκ ἐλάττον σημεῖον τοῦτο παρέχεται τὸ δεῖξαι ὅτι πάντα ἐπίσταται. ἔπειτα δὲ καὶ τὸν ἀρχισυνάγωγον μέλλοντα διαπιστεῖν δι’ ὧν οἱ ἐλθόντες ἔλεγον, μὴ σκύλλε τὸν διδάσκαλον, ὅτι τέθνηκε τὸ κοράσιον, ἐν τούτῳ βεβαιῶν. διὰ τοῦτο δὲ εἶπεν τῇ γυναικί.