Ancient Greek · ~2 min
Section 3, Page 77
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.77.24
Not analysed yet
77, 24. συμπαρόντα τὸν καὶ προειδότα καὶ προειπόντα ταῦτα. Εἰπὼν δὲ ὅταν παραδώσωσιν ὑμὰς καὶ τ. ἑξῆς, θαρρεῖν περὶ τῆς ἀπολογίας αὐτοὺς παρασκευάζει· τὸ γὰρ Πνεῦμα τοῦ Πατρὸς ἔσται λαλοῦν ἐν ὑμῖν. οἱ δὲ ἀκούσαντες καὶ ἐπίστευσαν καὶ κατε- δέξαντο καὶ οὐδὲν αὐτοὺς τῶν φοβερῶν ἐξέπληξεν, οὐδὲ ἐζήτησαν ἀπαλλαγὴν τῶν δεινῶν· καὶ ταῦτα οὐ δύο καὶ τρία ἔτη μέλλοντες ταῦτα πάσχειν, ἀλλὰ παρὰ πάντα τὸν χρόνον τῆς ζωῆς αὐτῶν. τὸ γὰρ εἰπεῖν “ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται,” τοῦτο αἰνιττομένου ἐστιν.