Ancient Greek
Section 3, Page 90
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.90.34
Not analysed yet
90, 34. Διὰ τοῦ παραδείγματος τούτου συλλογιζόμενος αὐτοὺς, ὅπως μὴ ἔχωσιν πρόφασιν ἀναισχυντίας ίας πρὸς τὸ πάλιν ἐλκαλεῖν αὐτῷ διὰ τὴν θεραπείαν. καὶ τότε λέγει τῷ ἀνθρώπῳ κ. τ. ἑ. ἐκεῖνοι δὲ οὐδὲν ἀδικηθέντες ἐξέρχονται καὶ βουλεύονται ἵνα ἀνέ- λωσιν αὐτόν. τοσοῦτον ἡ βασκανία κακόν. ὁ δὲ ἥμερος καὶ πρᾷος ἀνεχώρησεν ταῦτα μαθών. ἠκολούθησαν δὲ αὐτῷ ὄχλοι πολλοὶ, διατὶ; θαυμάζοντες αὐτὸν, ἐκεῖνοι δὲ τῆς πονηρίας οὐκ ἀφίστανται. ἐπὶ δὲ τῷ παραδόξῳ τῆς μανίας αὐτῶν, καὶ τὸν προφήτην εἰσάγει ὁ Εὐαγγελιστης Ἡσαΐαν ταῦτα προαναφωνοῦντα καὶ λέγοντα· “ἰδοὺ ὁ παῖς μου” κ. τ. ἑ.