Ancient Greek
Section toc
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei Section toc
Not analysed yet
α΄. Διατί Διατί λέγεται Εὐαγγέλιον β΄. Περὶ τῶν υβ΄ γυναικῶν ὅτι ἕνεκεν τί . . . . . . . . . γ΄. Διατί ἐν μὲν τῇ μέσῃ μερίδι τρεῖς παρέδραμεν βασιλεῖς, ἐν τῇ ἐσχάτῃ ιβ΄ θεὶς γενεὰς δεκατέσσαρας αὐτὰς εἶναι ἔφησεν. δ΄. Διατί οὐ πρὸ τῆς μνηστείας ἡ παναγία θεοτόκος συνέλαβε· ἕτε· ἀλλ’ . . . . . . . . . ε΄. Τὸν Ἰωσὴφ δίκαιον ποταπὸν λέγει. ς΄. Διατί οὐ φανερῶς αὐτῷ οὐ φαίνεται ὁ Ἄγγελος καθάπερ καὶ τοῖς ποιμέσιν, ἀλλὰ κατ’ ὄναρ. ζ΄. Περὶ τοῦ ἀστέρος οὗ ἶδον οἱ μάγοι, εἰ ἀληθῶς φύσει ἀστὴρ . . . . . . η΄. τινὸς ἕνεκεν εἰ ἐκ Βεθλεὲμ ἔμελλεν παραγίνεσθαι ὁ Χριστὸς, ἐν Ναζαρὲτ πρὸ τοῦ τόκου διῆγεν ἡ μητὴρ αὐτοῦ. θ΄. Διατί ἐκρύβη ὁ ἀστὴρ, καὶ πάλιν ἐφάνη. ι΄. Διατί χρηματισθέντες οἱ μάγοι εὐθέως ἀνεχώρησαν πεισθέντες, καὶ οὐ μᾶλλον παρόντες σώζονται· ὡσαύτως δὲ καὶ τὸ παιδίον. ια΄. Διατί οὐκ ἐταράχθη ὁ Ιωσὴφ, ἀκούσας “φεῦγε εἰς Αἴγυπτον.” ιβ΄. Διατί οὐ περὶ ἑτέρας χώρας εἶπεν ὁ προφήτης· καὶ εἰς αὐτὴν ἐξε πετο τὸ παιδίον, ἀλλ’ εἰς Αἴγυπτον· ὅτι δὲ καὶ ἐκ Βαβυλῶνος βαρβάρους μάγους παραγενέσθαι ἐποίησεν, καὶ οὐχ ἐξ ἑτέρας χώρας. ιγ΄. Πρὸς τοὺς λέγοντας διατί συνεχώρησεν ὁ Θεὸς τὰ ἐν Βεθλεὲμ ἀναιρεθῆναι παιδία. ιδ’. Διατί οὐχ εὑρίσκονται οἱ εἰπόντες προφῆται περὶ τοῦ Χριστοῦ ὅτι Ναζωραῖος κληθήσεται. ιε΄. Διατί τριακονταέτης ἐπὶ τὸ βάπτισμα ἦλθεν ὁ κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός. ις΄. Διατί διενοήθη τὸ βάπτισμα Ἰωάννου. ιζ’. Διατί διακωλύων ὁ Ἰωάννης τόν Χριστὸν βαπτισθῆναι ὑπ’ αὐτοῦ ὕστερον κατεδέξατο βαπτίσαι αὐτόν. ιη΄. Διατί ἐν εἴδει περιστερᾶς ἐφάνη τὸ Πνεῦμα τὸ Ἅγιον. ιθ΄. Διατί πειρασθῆναι ὑπὸ τοῦ διαβόλου κατεδέξατο ὁ Χριστός. κ΄. Διατί ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν ὁ Χριστός. κα΄. Περὶ τῆς κλήσεως Πέτρου καὶ Ἀνδρέα, ὅτι οὐ πρώτη ἦν αὕτη ἀλλὰ δεττέρα, κβ΄. Διατί ἰδὼν τοὺς ὄχλους a ὁ Κύριος ἡμῶν καὶ Θεὸς, ἀνέβη εἰς τὸ ὄρος καὶ ἐκεῖ ἐδίδασκεν. κγ΄. Περὶ τῆς σωτηρίου αὐτοῦ διδασκαλίας· ἐν ᾗ τοὺς μακαρισμοὺς προτίθησιν· καὶ τοῦ μὴ λέγειν τινὰ τὸν πλήσιον αὐτοῦ μωρόν· καὶ τοῦ μὴ μνησικακεῖν· καὶ τοῦ μηδὲ ὅλως ὀμνύειν· ἕως φρόνιμον μὲν ἀποκαλεῖ τὸν ποιοῦντα αὐτοῦ τοὺς λόγους, μωρὸν δὲ τὸν μὴ ποιοῦντα.