Ancient Greek · ~4 min
Page 477
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad epistulam i ad Corinthios (catena PseudoOecumenii) (e cod. Oxon. Bodl. Roe 16) 477
Not analysed yet
Ι ΕΡ. ΑΔ ΞΟΠ. Μεμέρισται ὁ Χριστός. Σευηριανοῦ. Μὴ συγκληρονόμους ἔχει, φησὶν, ὁ Χριστὸς, ἵνα μερίσῃ τίς μετ' αὐτοῦ τοὺς σωζομένους; μή τινας ἔχει κοινωνοὺς καὶ σὺν αὐτῷ τὴν οἰκουμένην πληρώσαντας; Χριστὸς ὁ ὑπὲρ τοῦ κόσμου ἀποθανὼν, ὑμῶν δὲ οὐδείς. Θεοδωρ. Τουτέστιν κατὰ μερίδα τινὲς μὲν τὸν Χριστὸν ἔλαχον. Νοῦν Χριστοῦ ἔχομεν. Γρηγόριος. Καὶ νῷ καὶ λόγῳ καὶ πνεύματι, τῇ μιᾷ συμπεφυίᾳ δὲ θεότητι. Γρηγόριος. Πρῶτον μὲν ἐννόει τὰς οὐρανίους δυνάμεις καὶ τὸ ἐννόημα ἔργον ἦν, λόγῳ συμπληρούμενον καὶ πνεύματι τελειούμενον, καὶ πολλά μοι ἕτερα σύνηκται. Ἔτι γὰρ σαρκικοί ἐστε. Κυρίλλου. Ψυχικὸς ἄνθρωπός ἐστιν ὁ κατὰ σάρκα ζῶν, καὶ μήπω τὸν νοῦν φωτισθεὶς διὰ τοῦ Πνεύματος, ἀλλὰ μόνην τὴν ἔμφυτον καὶ ἀνθρωπίνην σύνεσιν ἔχων, ἣν ταῖς ἁπάντων ψυχαῖς ἐμβάλλει ὁ δημιουργός. Ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. Εὐσεβίου. Παραινεῖ μὴ σπουδαῖον ἡγεῖσθαι τὸ ἑαυτοὺς ἐκδικεῖν, μὴ δὲ τὸ κρίνειν τοὺς ἡμαρτηκέναι δοκοῦντας, μὴ δὲ ταράσσεσθαι τοῖς ἐπὶ τοῦ παρόντος τὰς τῶν θνητῶν ὄψεις διαλανθανόντων. ἐπείπερ αὐτὸς ὁ Κύριος ἐπιστὰς τῷ τῶν μὲν ἀσεβῶν