Ancient Greek · ~3 min
Page 410
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis in epistulam ad Galatas (catena Pseudo-Oecumenii) (e cod. Oxon. Bodl. Roe 16) 410
Not analysed yet
E COD. BODL. ROE 16. EPIST. AD GAL. 732 A. Ed. Oecum. Οἰκουμενίου. Οἶδές τι παραγέγραπται διὰ Κηφᾶν. ἡμεῖς φύσει Ἰουδαῖοι] Οἰκουμενίου. Ὅτι εὐκαίρως ἐποίησεν λεχθῆναι ἔμπροσθεν τῶν Ἰουδαίων· τὸ "ἡμεῖς φύσει Ἰουδαῖοι καὶ "οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ "ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς "Χριστὸν ἐπιστεύσαμεν· ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ "καὶ οὐχ ἐξ ἔργων νόμου." διὰ τὸ λεχθῆναι οὖν ταῦτα ἔμπροσθεν πάντων, γέγονεν ἡ κατὰ πρόσωπον ἀντίστασις· ἐπεὶ οὐκ ἐχρὴν εἴπερ ἄρα τι σφάλμα ἦν καθ' ἰδίαν ἐγκαλέσαι καὶ διορθώσασθαι, τοῦ Κυρίου μάλιστα λέγοντος, "ἐὰν ἁμαρτήσῃ τι ὁ ἀδελφός σου,