# Cebetis tabula 23

Cebes, Cebetis tabula, Chapter 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cebes/cebetis-tabula/23
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cebes/cebetis-tabula/23
CTS URN: urn:cts:greekLit:tlg1247.tlg001:23

Ποῖα ταῦτα λέγεις θηρία; πάνυ γὰρ ἐπιποθῶ ἀκοῦσαι. Πρῶτον μέν, ἔφη, τὴν Ἄγνοιαν καὶ τὸν Πλάνον. ἢ οὐ δοκεῖ σοι ταῦτα θηρία; Καὶ πονηρά γε, ἔφην ἐγώ. Εἶτα τὴν Λύπην καὶ τὸν Ὀδυρμὸν καὶ τὴν Φιλαργυρίαν καὶ τὴν Ἀκρασίαν καὶ τὴν λοιπὴν ἅπασαν Κακίαν. πάντων τούτων κρατεῖ καὶ οὐ κρατεῖται ὥσπερ πρότερον. Ὢ καλῶν ἔργων, ἔφην ἐγώ, καὶ καλλίστης νίκης. ἀλλʼ ἐκεῖνο ἔτι μοι εἰπέ· τίς ἡ δύναμις τοῦ στεφάνου, ᾧ ἔφης ... στεφανοῦν αὐτόν; Εὐδαιμονική, ὦ νεανίσκε. ὁ γὰρ στεφανωθεὶς ταύτῃ τῇ δυνάμει εὐδαίμων γίνεται καὶ μακάριος καὶ οὐκ ἔχει ἐν ἑτέροις τὰς ἐλπίδας τῆς εὐδαιμονίας, ἀλλʼ ἐν αὑτῷ. XXIV.

---

Cebes, Cebetis tabula, ed. Karl Praechter. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1247.tlg001.local001/.
