Ancient Greek
Chapter 3
Cebes, Cebetis tabula 3.1
Not analysed yet
Πρὸς Διὸς τοίνυν, ἔφην ἐγώ, εἰ μή τις σοι μεγάλη ἀσχολία τυγχάνει οὖσα, διήγησαι ἡμῖν· πάνυ γὰρ ἐπιθυμοῦμεν ἀκοῦσαι, τί ποτέ ἐστιν ὁ μῦθος. Οὐδεὶς φθόνος, ὦ ξένοι, ἔφη. ἀλλὰ τουτὶ πρῶτον δεῖ ὑμᾶς ἀκοῦσαι, ὅτι ἐπικίνδυνόν τι ἔχει ἡ ἐξήγησις. Οἷον τί; ἔφην ἐγώ. Ὅτι εἰ μὲν προσέξετε, ἔφη, καὶ συνήσετε τὰ λεγόμενα, φρόνιμοι καὶ εὐδαίμονες ἔσεσθε, εἰ δὲ μή, ἄφρονες καὶ κακοδαίμονες καὶ πικροὶ καὶ ἀμαθεῖς γενόμενοι κακῶς βιώσεσθε.