# Fragmenta 1

Chaeremon Alexandrinus, Fragmenta, Dfhg-Source dfhg3_CHAEREMON_ALEXANDRINUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chaeremon-alexandrinus/fragmenta/1

Μετὰ τοῦτον ἐξετάσαι βούλομαι Χαιρήμονα. Καὶ γὰρ οὗτος Αἰγυπτιακὴν φάσκων ἱστορίαν συγγράφειν, καὶ προσθεὶς ταὐτὸ ὄνομα τοῦ βασιλέως, ὅπερ ὁ Μανεθὼς, Ἀμένωφιν, καὶ τὸν υἱὸν αὐτοῦ Ῥαμέσσην, φησὶν ὅτι «κατὰ τοὺς ὕπνους ἡ Ἶσις ἐφάνη τῷ Ἀμενώφει, μεμφομένη αὐτὸν ὅτι τὸ ἱερὸν αὐτῆς ἐν τῷ πολέμῳ κατέσκαπται. Φριτιφάντην δὲ ἱερογραμματέα φάναι, ἐὰν τῶν τοὺς μολυσμοὺς ἐχόντων ἀνδρῶν καθάρῃ τὴν Αἴγυπτον, παύσασθαι τῆς πτοίας αὐτόν. Ἐπιλέξαντα δὲ τῶν ἐπισινῶν μυριάδας εἴκοσι πέντε ἐκβαλεῖν. Ἡγεῖσθαι δ ̓ αὐτῶν γραμματέας Μωϋσῆν τε καὶ Ἰώσηπον, καὶ τοῦτον ἱερογραμματέα· Αἰγύπτια δ ̓ αὐτοῖς ὀνόματα εἶναι, τῷ μὲν Μωϋσεῖ Τισιθὲν, τῷ δὲ Ἰωσήπῳ Πετεσήφ. Τούτους δ ̓ εἰς Πηλούσιον ἐλθεῖν καὶ ἐπιτυχεῖν μυριάσι τριάκοντα ὀκτὼ καταλελειμμέναις ὑπὸ τοῦ Ἀμενώφιος, ἂς οὐ θέλειν εἰς τὴν Αἴγυπτον διακομίζειν. Οἷς φιλίαν συνθεμένους ἐπὶ τὴν Αἴγυπτον στρατεῦσαι. Τὸν δὲ Ἀμένωφιν οὐχ ὑπομείναντα τὴν ἔφοδον αὐτῶν εἰς Αἰθιοπίαν φυγεῖν καταλιπόντα τὴν γυναῖκα ἔγκυον· ἢν κρυπτομένην ἔν τισι σπηλαίοις τεκεῖν παῖδα, ὄνομα Μεσσήνην, ὂν ἀνδρωθέντα ἐκδιῶξαι τοὺς Ἰουδαίους εἰς τὴν Συρίαν, ὄντας περὶ εἴκοσι μυριάδας, καὶ τὸν πατέρα Ἀμένωφιν ἐκ τῆς Αἰθιοπίας καταδέξασθαι.»

---

CHAEREMON ALEXANDRINUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2424.tlg003.local002/.
