# Fragmenta 12

Chaeremon, Fragmenta, 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chaeremon/fragmenta/12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/chaeremon/fragmenta/12

πολλὴν ὁπώραν Κύπριδος εἰσορᾶν παρῆν ἄκραισι περκαζούσαν οἰνάνθαις χρόνου. κόμαισιν ὠρῶν σῶματ’ ἐνανθῆ ῥόδα εἶχον, τιθήνημ’ ἔαρος ἐκπρεπέστατον. ἔκειτο δ’ ἡ μὲν λευχὸν εἰς σεληνόφως φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος, τῆς δ’ αὐ χορεῖα λαγόνα τὴν ἀριστερὰν ἔλυσε· γυμνὴ δ’ αἰθέρος θεάμασιν ζῷσαν γραφὴν ἔφαινε, χρῶμα δ’ ὕμμασιν λευχὸν μελαίνης ἔργον ἀντήγει σμιᾶς. ἄλλῃ δ’ ἐγύμνου καλλιχείρας ὠλένας, ἄλλης προσαμπέχουσα θύλην αὐχένα. ἡ δὲ φαρέντων χλανιδίων ὑπὸ πτυχαῖς ἔφαινε μηρόν, κάξεπεσφραγίζετο ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως. ὕπνωμέναι δ’ ἐπιπτον ἐλενίων ἐπι, ἴων τε μελανόφυλλα συγχλωθῶσαι πτερὰ χρόκον θ’, ὃς ἠλιώδες εἰς ὑφάσματα πέπλαεν σμιᾶς εἴδωλον ἐξαμόργυντο, [ἔροση δὲ θαλεροῦς ἐκτραφεὶς ἀμάρακος] λειμῶσι μαλακοῖς ἐξέτεινον αὐχένας. Ath. XIII p. 608 B: ὁ γοῦν τοῦ τραγικοῦ Χαιρήμονος Οἰνεὺς περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεάτο, φησὶν ἐν τῷ ὀμωνύμῳ δράματι ‘ἔκειτο γὰρ — αὐχένας’. v. 1—11 post v. 17 collocari

---

Chaeremon, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000760.
