Ancient Greek
1.13.1 to 1.13.7
Chariton, De Chaerea et Callirhoe 1.13.1-7
Not analysed yet
Ἐπεὶ δὲ ἧκον εἰς τὴν οἰκίαν, ὁ μὲν Θήρων ἐθαύμαζε τὸ μέγεθος καὶ τὴν πολυτέλειαν̔ἦν γὰρ εἰς ὑποδοχὴν τοῦ Περσῶν βασιλέως παρεσκευασμένἠ, Λεωνᾶς δὲ ἐκέλευσε περιμένειν αὐτὸν περὶ τὴν θεραπείαν τοῦ δεσπότου πρῶτον Ἔπειτα ἐκεῖνον λαβὼν ἀνήγαγεν εἰς τὴν οἴκησιν τὴν ἑαυτοῦ σφόδρα ἐλευθέριον οὖσαν, ἐκέλευσε δὲ παραθεῖναι τράπεζαν. Καὶ ὁ Θήρων, οἷα πανοῦργος ἄνθρωπος καὶ πρὸς πάντα καιρὸν ἁρμόσασθαι δεινός, ἥπτετο τροφῆς καὶ ἐφιλοφρονεῖτο ταῖς προπόσεσι τὸν Λεωνᾶν, τὰ μὲν ἁπλότητος. ἐνδείξει, τὸ δὲ πλέον κοινωνίας. πίστει. Μεταξὺ δὲ ὁμιλία περὶ τῆς γυναικὸς ἐγίνετο πολλή, καὶ ὁ Θήρων ἐπῄνει τὸν τρόπον μᾶλλον τῆς γυναικὸς ἢ τὸ κάλλος, εἰδὼς ὅτι τὸ μὲν ἄδηλον συνηγορίας ἔχει χρείαν, ἡ δὲ ὄψις αὑτὴν συνίστησιν. “Ἀπίωμεν οὖν” ἔφη Λεωνᾶς, “καὶ δεῖξον αὐτήν.” Ὁ δὲ “οὐκ ἐνταῦθά ἐστιν” ἀπεκρίνατο, “διὰ γὰρ τοὺς τελώνας περιέστημεν τὴν πόλιν, ἀπὸ ὀγδοήκοντα δὲ σταδίων τὸ πλοῖον ὁρμεῖ,” καὶ τὸν τόπον ἔφραζεν. “Ἐν τοῖς ἡμετέροισ” φησὶ “χωρίοις ὡρμίσασθε· καὶ τοῦτο βέλτιον, ἤδη τῆς τύχης ὑμᾶς ἀγσύσης ἐπὶ Διονύσιον. Ἀπίωμεν οὖν εἰς τὸν ἀγρόν, ἵνα καὶ ἐκ τῆς θαλάσσης αὑτοὺς ἀναλάβητε· ἡ γὰρ πλησίον ἔπαυλις κατεσκεύασται πολυτελῶς.” Ἥσθη μᾶλλον ὁ Θήρων, εὐκολωτέραν ἔσεσθαι τὴν πρᾶσιν οὐκ ἐν ἀγορᾷ νομίζων ἀλλ’ ἐν ἐρημίᾳ, καὶ “ἕωθεν” φησὶν “ἀπίωμεν, σὺ μὲν εἰς τὴν ἔπαυλιν, ἐγὼ δ’ εἰς τὴν ναῦν, κἀκεῖθεν ἄξω τὴν γυναῖκα πρὸς σέ.” Συνέθεντο ταῦτα καὶ δεξιὰς ἀλλήλοις ἐμβαλόντες ἀπηλλάγησαν. Ἀμφοτέροις δὲ ἡ νὺξ ἐδόκει μακρά, τοῦ μὲν δὴ σπεύδοντος ἀγοράσαι, τοῦ δὲ πωλῆσαι. Τῇ δὲ ὑστεραίᾳ ὁ μὲν Λεωνᾶς παρέπλευσεν εἰς τὴν ἔπαυλιν, ἅμα καὶ ἀργύριον κομίζων ἵνα προκαταλάβῃ τὸν ἔμπορον· ὁ δὲ Θήρων ἐπὶ τὴν ἀκτὴν καὶ σφόδρα ποθοῦσιν ἐπέστη τοῖς συνεργοῖς, διηγησάμενος δὲ τὴν πρᾶξιν αὐτοῖς Καλλιρρόην κολακεύειν ἤρξατο.