Ancient Greek
1.14.1 to 1.14.2
Chariton, De Chaerea et Callirhoe 1.14.1-2
Not analysed yet
Ὡς δὲ πλησίον ἐγένετο τῆς ἐπαύλεως ὁ Θήρων, ἐστρατήγησέ τι τοιοῦτον. Ἀποκαλύψας τὴν Καλλιρρόην καὶ λύσας αὐτῆς τὴν κόμην, διανοίξας τὴν θύραν, πρώτην ἐκέλευσεν εἰσελθεῖν. Ὁ δὲ Λεωνᾶς καὶ πάντες οἱ ἔνδον ἐπιστάσης αἰφνίδιον κατεπλάγησαν, δοκοῦντες θεὰν ἑωρακέναι· καὶ γὰρ ἦν τις λόγος ἐν τοῖς ἀγροῖς Ἀφροδίτην ἐπιφαίνεσθαι. Καταπεπληγμένων δὲ αὐτῶν κατόπιν ὁ Θήρων ἑπόμενος προσῆλθε τῷ Λεωνᾷ καὶ “ἀνάστα” φησὶ “καὶ γενοῦ περὶ τὴν ὑποδοχὴν τῆς γυναικός· αὕτη γάρ ἐστιν ἣν θέλεις ἀγοράσαι.” Χαρὰ καὶ θαυμασμὸς ἐπηκολούθησε πάντων.