Ancient Greek
Book 1, Chapter 4
Chariton, De Chaerea et Callirhoe 1.4.5
Not analysed yet
Ἐνέκειτο μᾶλλον ὁ Χαιρέας, ἤδη τι προσδοκῶν βαρύτερον· ὁ δ’ ἐμβαλὼν αὐτῷ τὴν δεξιὰν ἀπῆγεν εἴς τι χωρίον ἠρεμαῖον, εἶτα συναγαγὼν τὰς ὀφρῦς καὶ ὅμοιος γενόμενος λυπουμένῳ, μικρὸν δέ τι καὶ δακρύσας “ἀηδῶς μὲν” εἶπεν “ὦ Χαιρέα, σκυθρωπόν σοι πρᾶγμα μηνύω καὶ πάλαι βουλόμενος εἰπεῖν ὤκνουν· ἐπεὶ δὲ ἤδη φανερῶς ὑβρίζῃ καὶ θρυλεῖται πανταχοῦ τὸ δεινόν, οὐχ ὑπομένω σιωπᾶν· φύσει τε γὰρ μισοπόνηρός εἰμι καὶ σοὶ μάλιστα εὔνους.