Ancient Greek
Book 1, Chapter 5
Chariton, De Chaerea et Callirhoe 1.5.1
Not analysed yet
Καλλιρρόη μὲν οὖν ἄφωνος καὶ ἄπνους ἔκειτο νεκρᾶς εἰκόνα πᾶσι παρέχουσα, Φήμη δὲ ἄγγελος τοῦ πάθους καθ’ ὅλην τὴν πόλιν διέτρεχεν, οἰμωγὴν ἐγείρουσα διὰ τῶν στενωπῶν ἄχρι τῆς θαλάττης· καὶ πανταχόθεν ὁ θρῆνος ἠκούετο, καὶ τὸ πρᾶγμα ἐῴκει πόλεως ἁλώσει. Χαιρέας δὲ ἔτι τῷ θυμῷ ζέων δι᾽ ὅλης νυκτὸς ἀποκλείσας ἑαυτὸν ἐβασάνιζε τὰς θεραπαινίδας, πρώτην δὲ καὶ τελευταίαν τὴν ἅβραν.