Ancient Greek
2.11.3 to 2.11.4
Chariton, De Chaerea et Callirhoe 2.11.3-4
Not analysed yet
στρατηγεῖν ἤδη δυνάμενον. Ἐναντίαν μοι φέρεις, τέκνον, ψῆφον καὶ οὐκ ἐπιτρέπεις ἡμῖν ἀποθανεῖν. Πυθώμεθά σου καὶ τοῦ πατρός. Μᾶλλον δὲ εἴρηκεν· αὐτὸς γάρ μοι παραστὰς ἐν τοῖς ὀνείροις ʽπαρατίθεμαί σοἰ φησὶ ʽτὸν υἱόν. ʼ Μαρτύρομαί σε, Χαιρέα, σύ με Διονυσίῳ νυμφαγωγεῖς.” Ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν νύκτα ἐν τούτοις ἦν τοῖς λογισμοῖς καὶ οὐ δι’ αὑτὴν ἀλλὰ διὰ τὸ βρέφος ἐπείθετο ζῆν· τῆς δὲ ὑστεραίας ἐλθοῦσα ἡ Πλαγγὼν πρῶτον μὲν καθῆστο σκυθρωπὴ καὶ σχῆμα συμπαθὲς ἐπεδείξατο,