Ancient Greek
2.3.7 to 2.3.10
Chariton, De Chaerea et Callirhoe 2.3.7-10
Not analysed yet
Σὺ ταύτην λέγεις ἀργυρώνητον καὶ ὡς οὐχ εὗρες τὸν πιπράσκοντα; οὐκ ἤκουσας οὐδὲ Ὁμήρου διδάσκοντος ἡμᾶς καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶσι. ”“τὸ γοῦν λοιπὸν παῦσαί μου καταγελῶν καὶ θεὸν εἶναι νομίζων τὴν οὐδὲ ἄνθρωπον εὐτυχῆ.” Λαλούσης δὲ αὐτῆς ἡ φωνὴ τῷ Διονυσίῳ θεία τις ἐφάνη· μουσικὸν γὰρ ἐφθέγγετο καὶ ὥσπερ κιθάρας ἀπεδίδου τὸν ἦχον. Ἀπορηθεὶς οὖν καὶ ἐπὶ πλέον ὁμιλεῖν καταιδεσθεὶς ἀπῆλθεν εἰς τὴν ἔπαυλιν, φλεγόμενος ἤδη τῷ ἔρωτι. Μετ’ οὐ πολὺ δὲ ἧκεν ἐξ ἄστεος ἡ παρασκευή, καὶ ταχεῖα φήμη διέδραμε τοῦ γεγονότος. Ἔσπευδον οὖν πάντες τὴν γυναῖκα ἰδεῖν, προσεποιοῦντο δὲ πάντες τὴν Ἀφροδίτην προσκυνεῖν. Αἰδουμένη δὲ ἡ Καλλιρρόη τὸ πλῆθος οὐκ εἶχεν ὅ τι πράξειε· πάντα γὰρ ἦν αὐτῇ ξένα καὶ οὐκ ἔβλεπεν οὐδὲ τὴν συνήθη Πλαγγόνα, ἀλλ’ ἐκείνη περὶ τὴν ὑποδοχὴν ἐγίνετο τοῦ δεσπότου. Προκοπτούσης δὲ τῆς ὥρας καὶ μηδενὸς ἥκοντος εἰς τὴν ἔπαυλιν, ἀλλὰ πάντων ἑστώτων ἐκεῖ ὡς κεκηλημένων, συνῆκε Λεωνᾶς τὸ γεγονὸς καὶ ἀφικόμενος εἰς τὸ τέμενος ἐξήγαγε τὴν Καλλιρρόην. Τότε δὲ ἦν ἰδεῖν ὅτι φύσει γίνονται βασιλεῖς, ὥσπερ ἐν τῷ σμήνει τῶν μελισσῶν· ἠκολούθουν γὰρ ἅπαντες καθάπερ ὑπὸ τοῦ κάλλους δεσποίνῃ κεχειροτονημένῃ.