Ancient Greek
2.4.5 to 2.4.6
Chariton, De Chaerea et Callirhoe 2.4.5-6
Not analysed yet
Τούτου γε ἧκες εἰς ἀγρὸν ἵνα μελανείμων γάμους θύσῃς, καὶ γάμους δούλης, τάχα δὲ καὶ ἀλλοτρίας; οὐκ ἔχεις γὰρ αὐτῆς οὐδὲ τὴν καταγραφήν.” Ἐφιλονείκει δὲ ὁ Ἔρως βουλευομένου καλῶς καὶ ὕβριν ἐδόκει τὴν σωφροσύνην τὴν ἐκείνου· διὰ τοῦτο ἐπυρπόλει σφοδρότερον ψυχὴν ἐν ἔρωτι φιλοσοφοῦσαν. Μηκέτ’ οὖν φέρων μόνος αὑτῷ διαλέγεσθαι, Λεωνᾶν μετεπέμψατο, κληθεὶς δὲ ἐκεῖνος συνῆκε μὲν τὴν αἰτίαν, προσεποιεῖτο δὲ ἀγνοεῖν καὶ ὥσπερ τεταραγμένος “τί” φησὶν “ἀγρυπνεῖς, ὦ δέσποτα; μή τις πάλιν σε λύπη κατείληφε τῆς τεθνηκυίας γυναικός;” “Γυναικὸς μὲν” εἶπεν ὁ Διονύσιος, “ἀλλ’ οὐ τῆς τεθνηκυίας. Οὐδὲν δὲ ἀπόρρητόν ἐστί μοι πρὸς σὲ δι’ εὔνοιάν τε καὶ πίστιν.