# De Chaerea et Callirhoe 2.4.8-10

Chariton, De Chaerea et Callirhoe, 2.4.8 to 2.4.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chariton/de-chaerea-et-callirhoe/2.4.8

Ἐπίστησον οὖν καὶ ἀναμνήσθητι τῶν γενομένων. Τίνα εἶδες; τίνι ἐλάλησας; εἰπέ μοι τἀληθές. Οὐ πλοῖον ἐθεάσω.” “Οὐκ εἶδον, δέσποτα, ἀλλὰ ἤκουσα.” “Τοῦτο ἐκεῖνο· μία Νυμφῶν ἢ Νηρηίδων ἐκ θαλάσσης ἀνελήλυθε. Καταλαμβάνουσι δὲ καὶ δαίμονας καιροί τινες εἱμαρμένης ἀνάγκην φέροντες ὁμιλίας μετ’ ἀνθρώπων· ταῦτα ἡμῖν ἱστοροῦσι ποιηταί τε καὶ συγγραφεῖς.” Ἡδέως ἀνέπειθεν αὑτὸν ὁ Διονύσιος ἀποσεμνύνειν τὴν γυναῖκα καὶ σεβασμιωτέραν ἢ κατ’ ἀνθρώπων ὁμιλίαν. Λεωνᾶς δὲ χαρίσασθαι τῷ δεσπότῃ βουλόμενος εἶπε “τίς μὲν ἐστί, δέσποτα, μὴ πολυπραγμονῶμεν· ἄξω δὲ αὐτήν, εἰ θέλεις, πρὸς σέ, καὶ μὴ ἔχε λύπην. Ἀποτυγχάνεις ἐν ἔρωτος ἐξουσίᾳ;” “Οὐκ ἂν ποιήσαιμι” φησὶν ὁ Διονύσιος, “πρὶν μαθεῖν τίς ἡ γυνὴ καὶ πόθεν. Ἕωθεν οὖν πυθώμεθα παρ’ αὐτῆς τὴν ἀλήθειαν. Μεταπέμψομαι δ’ αὐτὴν οὐκ ἐνθάδε, μὴ καί τινος βιαιοτέρου λάβωμεν ὑποψίαν, ἀλλ’ ὅπου πρῶτον αὐτὴν ἐθεασάμην, ἐπὶ τῆς Ἀφροδίτης γενέσθωσαν ἡμῖν οἱ λόγοι.”

---

Chariton, De Chaerea et Callirhoe, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0554.tlg001.local001/.
