Ancient Greek
2.6.2 to 2.6.4
Chariton, De Chaerea et Callirhoe 2.6.2-4
Not analysed yet
Πρόσεστι δὲ αὐτῇ καὶ ἡ τῶν λόγων πειθώ. Βεβίωταί μοι. Τῆς αὐτῆς ἡμέρας ἀπαλλαγήσεται Καλλιρρόη μὲν ἐντεῦθεν, ἐγὼ δὲ τοῦ ζῆν.” Πρὸς τοῦτο ἀνέκραγεν ὁ Λεωνᾶς “μὴ σύ γε, ὦ δέσποτα, μὴ καταράσῃ σεαυτῷ· κύριος γὰρ εἶ καὶ ἐξουσίαν ἔχεις αὐτῆς, ὥστε καὶ ἑκοῦσα καὶ ἄκουσα ποιήσει τὸ σοὶ δοκοῦν· ταλάντου γὰρ αὐτὴν ἐπριάμην.” “Ἐπρίω σύ, τρισάθλιε, τὴν εὐγενῆ; οὐκ ἀκούεις Ἑρμοκράτην τὸν στρατηγὸν τῆς ὅλης Σικελίας ἐγκεχαραγμένον μεγάλως, ὃν βασιλεὺς ὁ Περσῶν θαυμάζει καὶ φιλεῖ, πέμπει δὲ αὐτῷ κατ’ ἔτος δωρεάς, ὅτι Ἀθηναίους κατεναυμάχησε τοὺς Περσῶν πολεμίους; ἐγὼ τυραννήσω σώματος ἐλευθέρου, καὶ Διονύσιος ὁ ἐπὶ σωφροσύνῃ περιβόητος ἄκουσαν ὑβριῶ, ἣν οὐκ ἂν ὕβρισεν οὐδὲ Θήρων ὁ λῃστής;” Ταῦτα μὲν οὖν εἶπε πρὸς τὸν Λεωνᾶν, οὐ μὴν οὐδ’ ἀπεγίνωσκε πείσειν ʽφύσει γὰρ εὔελπίς ἐστιν ὁ ἔρωσ̓, ἐθάρρει δὲ τῇ θεραπείᾳ κατεργάσασθαι τὴν ἐπιθυμίαν. Καλέσας οὖν τὴν Πλαγγόνα “δέδωκάς μοι” φησὶν “ἤδη πεῖραν ἱκανὴν τῆς ἐπιμελείας. Ἐγχειρίζω δέ σοι τὸ μέγιστον καὶ τιμιώτατόν μου τῶν κτημάτων, τὴν ξένην. Βούλομαι δὲ αὐτὴν μηδενὸς σπανίζειν, ἀλλὰ προϊέναι μέχρι τρυφῆς.