Ancient Greek
2.7.4 to 2.7.6
Chariton, De Chaerea et Callirhoe 2.7.4-6
Not analysed yet
ἐκέλευσεν ἡ Πλαγγὼν τὸν ἐπὶ ταῖς θύραις εἰσαγγεῖλαι πρὸς τὸν δεσπότην ὅτι Καλλιρρόη πάρεστιν. Ἐτύγχανε δὲ Διονύσιος ἐρριμμένος ὑπὸ λύπης, ἐτετήκει δὲ αὐτῷ καὶ τὸ σῶμα. Ἀκούσας οὖν ὅτι Καλλιρρόη πάρεστιν, ἄφωνος ἐγένετο, καί τις ἀχλὺς αὐτοῦ κατεχύθη πρὸς τὸ ἀνέλπιστον, μόλις δὲ ἀνενεγκὼν “ἡκέτω” φησί. Στᾶσα δὲ ἡ Καλλιρρόη πλησίον καὶ κάτω κύψασα πρῶτον μὲν ἐρυθήματος ἐνεπλήσθη, μόλις δ’ ὅμως ἐφθέγξατο “ἐγὼ Πλαγγόνι ταύτῃ χάριν ἐπίσταμαι· φιλεῖ γάρ με ὡς θυγατέρα. Δέομαι δή σου, κύριε, μὴ ὀργίζου τῷ ἀνδρὶ αὐτῆς, ἀλλὰ χάρισαι τὴν σωτηρίαν.” Ἔτι δὲ βουλομένη λέγειν οὐκ ἐδυνήθη. Συνεὶς οὖν ὁ Διονύσιος τὸ στρατήγημα τῆς Πλαγγόνος “ὀργίζομαι μὲν” εἶπε, “καὶ οὐδεὶς ἀνθρώπων ἐρρύσατο μὴ ἀπολέσθαι Φωκᾶν καὶ τὴν Πλαγγόνα τοιαῦτα πεπραχότας· χαρίζομαι δὲ αὐτοὺς ἡδέως σοί, καὶ γινώσκετε ὑμεῖς ὅτι διὰ Καλλιρρόην ἐσώθητε.” Προσέπεσεν αὐτοῦ τοῖς γόνασιν ἡ Πλαγγών, καὶ Διονύσιος ἔφη “τοῖς Καλλιρρόης προσπίπτετε γόνασιν,