Ancient Greek
3.1.7 to 3.1.8
Chariton, De Chaerea et Callirhoe 3.1.7-8
Not analysed yet
Βουλευσάσθω περὶ τούτου Διονύσιος μὴ μόνος μηδὲ ταχέως, ἀλλὰ μετὰ φίλων καὶ συγγενῶν, ἵνα μή τις ὕστερον εἴπῃ πρὸς αὐτὸν ʽσὺ θρέψεις παιδία ἐκ τῆς ἀργυρωνήτου καὶ καταισχυνεῖς σου τὸν οἶκον; ʼ Εἰ μὴ θέλει πατὴρ γενέσθαι, μηδ’ ἀνὴρ ἔστω.” Ταῦτα τὰ ῥήματα μᾶλλον ἐξέκαυσε Διονύσιον καί τινα ἔσχεν ἐλπίδα κούφην ἀντερᾶσθαι δοκῶν· ἀνατείνας δὲ τὰς χεῖρας εἰς τὸν οὐρανὸν “εἰ γὰρ ἴδοιμι” φησίν, “ὦ Ζεῦ καὶ Ἥλιε, τέκνον ἐκ Καλλιρρόης· τότε μακαριώτερος δόξω τοῦ μεγάλου βασιλέως. Ἀπίωμεν πρὸς αὐτήν· ἄγε με, Πλαγγόνιον φιλοδέσποτον.”