Ancient Greek
Book 3, Chapter 10
Chariton, De Chaerea et Callirhoe 3.10.8
Not analysed yet
Ἀπόδος αὐτοῦ μοι κἂν τὸν νεκρόν. Τίθημι ὅτι ἐγεννήθημεν ἡμεῖς ἀτυχέστατοι πάντων· τί δὲ καὶ ἡ τριήρης ἠδίκησεν, ὡς βάρβαροι κατέκαυσαν αὐτήν, ἧς οὐκ ἐκράτησαν οὐδὲ Ἀθηναῖοι; Νῦν ἡμῶν ἀμφοτέρων οἱ γονεῖς τῇ θαλάσσῃ παρακάθηνται, τὸν ἡμέτερον κατάπλουν περιμένοντες, καὶ ἥτις ἂν ναῦς πόρρωθενς1 ὀφθῇ, λέγουσι ʽΧαιρέας Καλλιρόην ἄγων ἔρχεται,ʼ τὴν κοίτην ἡμῖν εὐτρεπίζουσι τὴν νυμφικήν, κοσμεῖται δὲ θάλαμος οἷς ἴδιος οὐδὲ τάφος ὑπάρχει. Θάλασσα μιαρά, σὺ καὶ Χαιρέαν εἰς Μίλητον ἤγαγες φονευθῆναι καὶ ἐμὲ πραθῆναι.”