Ancient Greek
Book 3, Chapter 2
Chariton, De Chaerea et Callirhoe 3.2.8
Not analysed yet
ἐν Μιλήτῳ πέπραται. ʼ Καταπλεύσουσιν ἤδη τριήρεις Συρακουσίων καὶ Ἑρμοκράτης στρατηγὸς ἀπαιτῶν τὴν θυγατέρα. Τί μέλλω λέγειν; ʽΘήρων μοι πέπρακε. ʼΘήρων δὲ ποῦ; Κἂν πιστευθῶ τὴν ἀλήθειαν, ὑποδοχεύς εἰμι λῃστοῦ. Μελέτα, Διονύσιε, τὴν δίκην. Τάχα δὲ ἐρεῖς αὐτὴν ἐπὶ τοῦ μεγάλου βασιλέως. Ἄριστον οὖν τότε λέγειν ʽἐγὼ γυναῖκα ἐλευθέραν ἐπιδημήσασαν οὐκ οἶδ’ ὅπως ἤκουσα· ἐκδομένην ἑαυτὴν ἐν τῇ πόλει φανερῶς κατὰ νόμους ἔγημα. ʼ