Ancient Greek
Book 3, Chapter 3
Chariton, De Chaerea et Callirhoe 3.3.16
Not analysed yet
Ἀλλὰ τὰ μὲν σὰ βλέπω, σὺ δὲ ποῦ; μόνη τοῖς ἐνταφίοις ἡ νεκρὰ λείπει.” Τούτων ἀκούσας ὁ Θήρων ἔκειτο ὅμοιος τοῖς νεκροῖς, καὶ γὰρ ἦν ἡμιθνής. Πολλὰ μὲν οὖν ἐβουλεύσατο μηδ’ ὅλως φωνὴν ἀφιέναι μηδὲ κινεῖσθαι· τὸ γὰρ μέλλον οὐκ ἦν ἀπροόρατον αὐτῷ· φύσει δὲ φιλόζωόν ἐστιν ἄνθρωπος καὶ οὐδὲ ἐν ταῖς ἐσχάταις συμφοραῖς ἀπελπίζει τὴν πρὸς τὸ βέλτιον μεταβολήν, τοῦ δημιουργήσαντος θεοῦ τὸ σόφισμα τοῦτο πᾶσιν ἐγκατασπείραντος, ἵνα μὴ φύγωσι βίον ταλαίπωρον.