Ancient Greek
Book 3, Chapter 3
Chariton, De Chaerea et Callirhoe 3.3.4
Not analysed yet
Πολλοὶ μετ’ αὐτὸν εἰσῆλθον ὑπ’ ἀπιστίας· ἀμηχανία δὲ κατέλαβε πάντας, καί τις εἶπεν ἑστὼς “τὰ ἐντάφια σεσύληται, τυμβωρύχων τὸ ἔργον· ἡ νεκρὰ δὲ ποῦ;” Λογοποιίαι πολλαὶ καὶ διάφοροι τὸ πλῆθος κατεῖχον. Χαιρέας δὲ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ τὰς χεῖρας ἀνατείνας “τίς ἄρα θεῶν ἀντεραστής μου γενόμενος Καλλιρρόην ἀπενήνοχε καὶ νῦν ἔχει μεθ’ αὑτοῦ μὴ θέλουσαν, ἀλλὰ βιαζομένην ὑπὸ κρείττονος μοίρας; ·