Ancient Greek
3.5.1 to 3.5.5
Chariton, De Chaerea et Callirhoe 3.5.1-5
Not analysed yet
Τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐδόκει περιμένειν τὴν ὥραν τοῦ πλοῦ καὶ ἔαρος ὑπολάμψαντος ἀνάγεσθαι· τότε γὰρ ἔτι χειμὼν εἱστήκει καὶ παντάπασιν ἀδύνατον ἐδόκει τὸν Ἰόνιον περαιοῦσθαι· Χαιρέας δὲ ἔσπευδεν, ἕτοιμος ὢν διὰ τὸν ἔρωτα, ζεύξας σχεδίαν εἰς τὸ πέλαγος ἑαυτὸν ἀφεῖναι τοῖς ἀνέμοις φέρεσθαι. Οὔκουν οὐδὲ οἱ πρέσβεις ἤθελον βραδύνειν ὑπ’ αἰδοῦς τῆς τε πρὸς ἐκεῖνον καὶ μάλιστα πρὸς Ἑρμοκράτην, ἀλλ’ ἡτοιμάζοντο πλεῖν. Συρακούσιοι δὲ δημοσίᾳ τὸν στόλον ἐξέπεμψαν, ἵνα καὶ τοῦτο εἰς ἀξίωμα προστεθῇ τῆς πρεσβείας. Καθείλκυσαν οὖν ἐκείνην τὴν τριήρη τὴν στρατηγικήν, ἔχουσαν ἔτι τὰ σημεῖα τῆς νίκης. Ἐπεὶ δὲ ἧκεν ἡ κυρία τῆς ἀναγωγῆς ἡμέρα, τὸ πλῆθος εἰς τὸν λιμένα συνέδραμεν, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες, καὶ ἦσαν ὁμοῦ εὐχαί, δάκρυα, στεναγμοί, παραμυθία, φόβος, θάρσος, ἀπόγνωσις, ἐλπίς. Ἀρίστων δέ, ὁ Χαιρέου πατήρ, ἐσχατογήρως καὶ νοσῷ παρειμένος, περιέφυ τῷ τραχήλῳ τοῦ παιδὸς καὶ ἀνακρεμάμενος αὐτοῦ κλάων ἔλεγε “τίνι με καταλείπεις, ὦ τέκνον, ἡμιθνῆτα πρεσβύτην; ὅτι μὲν γὰρ οὐκέτι σε ὄψομαι δῆλον. Περίμεινον δὲ κἂν ὀλίγας ἡμέρας, ὅπως ἐν ταῖς χερσὶ ταῖς σαῖς ἀποθάνω· θάψον δέ με καὶ ἄπιθι.” Ἡ δὲ μήτηρ τῶν γονάτων αὐτοῦ λαβομένη “ἐγὼ δὲ σου δέομαι” φησίν, “ὦ τέκνον, μή με ἐνταῦθα καταλίπῃς ἔρημον, ἀλλ’ ἐμβαλοῦ τριήρει φορτίον κοῦφον· ἂν δὲ ὦ βαρεῖα καὶ περιττή, ῥίψατέ με εἰς τὴν θάλασσαν,