Ancient Greek
3.5.7 to 3.5.9
Chariton, De Chaerea et Callirhoe 3.5.7-9
Not analysed yet
Ἐνταῦθα Ἑρμοκράτης ἀπεσκέδασε τὸ πλῆθος καὶ ἐκέλευσε τῷ κυβερνήτῃ λοιπὸν ἀνάγεσθαι. Συνέβη δέ τι καὶ ἄλλο φιλίας ἔργον οὐκ ἀγεννές. Πολύχαρμος γάρ, ἑταῖρος τοῦ Χαιρέου, παραυτὰ μὲν οὐκ ὤφθη ἐν τῷ μέσῳ, ἀλλὰ καὶ πρὸς τοὺς γονεῖς ἔφη “φίλος μέν, φίλος Χαιρέας, οὐ μὴν ἄχρι τούτου γε ὥστε καὶ περὶ τῶν ἐσχάτων αὐτῷ συγκινδυνεύειν. Διόπερ, ἕως ἀποπλεῖ, ὑπεκστήσομαι.” Ἡνίκα δὲ ἀπεσάλευσε τῆς γῆς τὸ πλοῖον, ἀπὸ τῆς πρύμνης αὐτοὺς ἀπησπάσατο, ἵνα μηκέτι αὐτὸν δύνωνται κατασχεῖν. Ἐξελθὼν δὲ τοῦ λιμένος Χαιρέας καὶ ἀποβλέψας εἰς τὸ πέλαγος “ἄγε με” φησίν, “ὦ θάλασσα, τὸν αὐτὸν δρόμον, ὃν καὶ Καλλιρρόην ἤγαγες. Εὔχομαί σοι, Πόσειδον, ἢ κἀκείνην μεθ’ ἡμῶν ἢ μηδὲ ἐμὲ χωρὶς ἐκείνης ἐνταῦθα. Εἰ μὴ γὰρ δύναμαι τὴν γυναῖκα τὴν ἐμὴν ἀπολαβεῖν, θέλω κἂν δουλεύειν μετ’ αὐτῆς.”