Ancient Greek
3.6.7 to 3.6.8
Chariton, De Chaerea et Callirhoe 3.6.7-8
Not analysed yet
Τί ποιήσω δυστυχής; παρὰ δεσπότου μὲν γὰρ ἤλπιζόν σε κομιεῖσθαι καὶ τοῖς λύτροις ἐπίστευον ὅτι πείσω τὸν ἀγοράσαντα· νῦν δὲ εὕρηκά σε πλουσίαν, τάχα καὶ βασιλίδα. Πόσῳ δ’ ἂν εὐτυχέστερος ὑπῆρχον, εἴ σε πτωχεύουσαν εὑρήκειν. Εἴπω Διονυσίῳ προσελθὼν ʽἀπόδος μοι τὴν γυναῖκα; ʼ τοῦτο δὲ λέγει τίς γεγαμηκότι; Ἀλλ’ οὐδ᾽, ἂν ἀπαντήσω, δύναμαί σοι προσελθεῖν, ἀλλ’ οὐδέ, τὸ κοινότατον, ὡς πολίτης ἀσπάσασθαι. Κινδυνεύω τάχα καὶ ὡς μοιχὸς τῆς ἐμῆς γυναικὸς ἀπολέσθαι.” Ταῦτα ὀδυρόμενον παρεμυθεῖτο Πολύχαρμος.