# De Chaerea et Callirhoe 3.9.1-3

Chariton, De Chaerea et Callirhoe, 3.9.1 to 3.9.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chariton/de-chaerea-et-callirhoe/3.9.1

Μικρὸν οὖν διαλιποῦσα καλεῖ τὴν ἰέρειαν· ἡ δὲ πρεσβῦτις ὑπακούσασα “τί κλάεισ” εἶπεν, “ὦ παιδίον, ἐν ἀγαθοῖς τηλικούτοις; ἤδη γὰρ καί σε ὡς θεὰν οἱ ξένοι προσκυνοῦσι. Πρῴην ἦλθον ἐνθάδε δύο νεανίσκοι καλοὶ παραπλέοντες· ὁ δὲ ἕτερος αὐτῶν θεασάμενός σου τὴν εἰκόνα, μικροῦ δεῖν ἐξέπνευσεν. Οὕτως ἐπιφανῆ σε ἡ Ἀφροδίτη πεποίηκεν.” Ἔπληξε τὴν καρδίαν τῆς Καλλιρρόης τοῦτο καὶ ὥσπερ ἐμμανὴς γενομένη, στήσασα τοὺς ὀφθαλμοὺς ἀνέκραγε “τίνες ἦσαν οἱ ξένοι; πόθεν ἔπλεον; τί σοι διηγοῦντο;” Δείσασα δὲ ἡ πρεσβῦτις τὸ μὲν πρῶτον ἄφωνος εἱστήκει, μόλις δὲ ἐφθέγξατο “μόνον εἶδον αὐτούς, οὐδὲν ἤκουσα.” “Ποταποὺς εἶδες; ἀναμνήσθητι τὸν χαρακτῆρα αὐτῶν.” Ἔφρασεν ἡ γραῦς οὐκ ἀκριβῶς μέν, ὑπώπτευσε δ’ ὅμως ἐκείνη τὴν ἀλήθειαν· ὃ γὰρ βούλεται τοῦθ’ ἕκαστος καὶ οἴεται. Βλέψασα δὲ πρὸς Πλαγγόνα “δύναται” φησὶν “ὁ δυστυχὴς Χαιρέας πλανώμενος ἐνθάδε παρεῖναι. Τί οὖν ἐγένετο; ζητήσωμεν αὐτόν, ἀλλὰ σιγῶσαι.”

---

Chariton, De Chaerea et Callirhoe, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0554.tlg001.local001/.
