Ancient Greek
Book 3, Chapter 9
Chariton, De Chaerea et Callirhoe 3.9.11
Not analysed yet
καὶ κατ’ ὀλίγον πάλιν ἐν ἑαυτῷ γενόμενος ἀκριβῶς ἐπυνθάνετο πάντα, καὶ Φωκᾶς διηγεῖτο τὸν ναύτην, τὸν μηνύσαντα, πόθεν ἡ τριήρης καὶ διὰ τίνα πλέουσι καὶ τίνες οἱ παρόντες, τὸ στρατήγημα τὸ ἴδιον ἐπὶ τοὺς βαρβάρους, τὴν νύκτα, τὸ πῦρ, τὸ ναυάγιον, τὸν φόνον, τὰ δεσμά. Καθάπερ οὖν νέφος ἢ σκότος ἀπεκάλυψε τῆς ψυχῆς Διονύσιον, καὶ περιπτυξάμενος Φωκᾶν “σὺ” φησὶν “εὐεργέτης ἐμός, σὺ κηδεμὼν ἀληθὴς καὶ πιστότατος ἐν τοῖς ἀπορρήτοις.