Ancient Greek
Book 4, Chapter 1
Chariton, De Chaerea et Callirhoe 4.1.5
Not analysed yet
Διονύσιος δὲ ἐφθόνησε Χαιρέᾳ τῆς γειτνιάσεως καὶ τὸν τόπον τοῦτον ἐφύλαττεν ἑαυτῷ. Θέλων οὖν ἅμα καὶ τριβὴν ἐγγενέσθαι τῇ φροντίδι “βαδίζωμεν, ὦ γύναι” φησὶν “εἰς ἄστυ, κἀκεῖ πρὸ τῆς πόλεως ὑψηλὸν καὶ ἀρίδηλον κατασκευάσωμεν τάφον, ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη. Καλοὶ δὲ Μιλησίων εἰσὶ λιμένες, εἰς οὓς καθορμίζονται καὶ Συρακούσιοι πολλάκις. Οὔκουν οὐδὲ παρὰ τοῖς πολίταις ἀκλεᾶ τὴν φιλοτιμίαν ἕξεις.”