Ancient Greek
4.3.11 to 4.3.12
Chariton, De Chaerea et Callirhoe 4.3.11-12
Not analysed yet
γέγονας δὲ καὶ μήτηρ.” Κλάειν ἤρξαντο πάντες καὶ μετέβαλε τὸ συμπόσιον εἰς σκυθρωπὴν ὑπόθεσιν. Μόνος ἐπὶ τούτοις Μιθριδάτης ἔχαιρεν, ἐλπίδα τινὰ λαμβάνων ἐρωτικήν, ὡς δυνάμενος ἤδη καὶ λέγειν καὶ πράττειν τι περὶ Καλλιρρόης, ἵνα δοκῇ φίλῳ βοηθεῖν. “Ἅρτι μὲν οὖν” ἔφη, “νὺξ γάρ ἐστιν, ἀπίωμεν, τῇ δ’ ὑστεραίᾳ νήφοντες βουλευώμεθα περὶ τούτων· δεῖται γὰρ ἡ σκέψις σχολῆς μακροτέρας.” Ἐπὶ τούτοις ἀναστὰς διέλυσε τὸ συμπόσιον καὶ αὐτὸς μὲν ἀνεπαύετο, καθάπερ ἦν ἔθος αὐτῷ, τοῖς δὲ Συρακουσίοις νεανίσκοις θεραπείαν τε καὶ οἶκον ἐξαίρετον ἀπέδειξε.