# De Chaerea et Callirhoe 5.10.8-10

Chariton, De Chaerea et Callirhoe, 5.10.8 to 5.10.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chariton/de-chaerea-et-callirhoe/5.10.8

Ἀλλὰ νῦν ἀληθῶς ἀποθανόντος Χαιρέου αἰτοῦμαί σε, Καλλιρρόη, χάριν τελευταίαν. Ὅταν ἀποθάνω, πρόσελθέ μου τῷ νεκρῷ καὶ εἰ μὲν δύνασαι κλαῦσον ʽτοῦτο γὰρ ἐμοὶ καὶ ἀθανασίας γενήσεται μεῖζον̓, εἰπὲ δὲ προσκύψασα τῇ στήλῃ, κἂν ἀνήρ, κἂν βρέφος ὁρᾷ, ʽοἴχῃ, Χαιρέα, νῦν ἀληθῶς· νῦν ἀπέθανες· ἐγὼ γὰρ ἔμελλον ἐπὶ βασιλέως αἱρεῖσθαι σέ.ʼ Ἀκούσομαί σου, γύναι· τάχα καὶ πιστεύσω. Ἐνδοξότερόν με ποιήσεις τοῖς κάτω δαίμοσιν. Εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν ἀΐδαο, αὐτὰρ ἐγὼ καὶ. κεῖθι φίλης μεμνήσομαί σου.” Τοιαῦτα ὀδυράμενος κατεφίλει τὸν βρόχον “σύ μοι” λέγων “παραμυθία καὶ συνή· διὰ σὲ νικῶ· σύ με Καλλιρρόης μᾶλλον ἔστερξας.” Ἀναβαίνοντος αὐτοῦ καὶ τῷ αὐχένι περιάπτοντος ἐπέστη Πολύχαρμος ὁ φίλος καὶ ὡς μεμηνότα κατεῖχε, λοιπὸν μηκέτι παρηγορεῖν δυνάμενος. Ἤδη δὲ καὶ ἡ προθεσμία τῆς δίκης καθειστήκει.

---

Chariton, De Chaerea et Callirhoe, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0554.tlg001.local001/.
