Ancient Greek
Book 5, Chapter 2
Chariton, De Chaerea et Callirhoe 5.2.2
Not analysed yet
Ἀφικόμενος οὖν εἰς Βαβυλῶνα ʽβασιλεὺς γὰρ αὐτόθι διέτριβεν’ ἐκείνην μὲν τὴν ἡμέραν ἡσύχασε παρ’ ἑαυτῷ· πάντες γὰρ οἱ σατράπαι σταθμοὺς ἔχουσιν ἀπὁ̣?ʼμένους· τῆς δὲ ὑστεραίας ἐπὶ θύρας ἐλθὼν τὰς βασιλέως, ἠσπάσατο μὲν Περσῶν τοὺς ὁμοτίμους, Ἀρταξάτην δὲ τὸν εὐνοῦχον ὃς μέγιστος ἦν παρὰ βασιλεῖ καὶ δυνατώτατος πρῶτον μὲν δώροις ἐτίμησεν, εἶτα “ἀπάγγειλον” εἶπε “βασιλεῖ· Μιθριδάτης σὸς δοῦλος πάρεστιν ἀπολύσασθαι διαβολὴν Ἕλληνος ἀνδρὸς καὶ προσκυνῆσαι.”