Ancient Greek
Book 5, Chapter 2
Chariton, De Chaerea et Callirhoe 5.2.4
Not analysed yet
Ταύτην ἀπαιτῶ σε τῆς εὐεργεσίας τὴν ἀνταμοιβήν· ἀπόκρυψον σεαυτόν· μήτε ἰδεῖν Καλλιρρόην μήτ’ ἐξετάσαι τι περὶ αὐτῆς καρτέρησον.” Ἄκων μέν, ἀλλ’ ἐπείθετο Χαιρέας καὶ λανθάνειν μὲν ἐπειρᾶτο, ἐλείβετο δὲ αὐτοῦ τὰ δάκρυα κατὰ τῶν παρειῶν· εἰπὼν δὲ “ποιήσω, δέσποτα, ἃ προστάττεισ” ἀπῆλθεν εἰς τὸ δωμάτιον, ἐν ᾧ κατήγετο μετὰ Πολυχάρμου ʽ??ʼ φίλου, καὶ ῥίψας ἑαυτὸν εἰς τοὔδαφ̣̔?ʼς, πεῥ̣?ʼενος τὸν χιτῶνα ἀμφοτέραις χερσὶν ἑλὡ̣?ʼιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χάριεν δ’ ᾔσχυνε πρόσωπον. Εἶτα ἔλεγε κλάων “ἐγγύς ἐσμεν, ὦ Καλλιρρόη, καὶ οὐχ ὁρῶμεν ἀλλήλους.