# De Chaerea et Callirhoe 5.2.7-9

Chariton, De Chaerea et Callirhoe, 5.2.7 to 5.2.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chariton/de-chaerea-et-callirhoe/5.2.7

Διονύσιον δὲ καὶ πάλαι μὲν ἐλύπει τὸ περιβόητον τῆς γυναικὸς ʽοὐ γὰρ εἶχεν ἀσφάλειαν̓, ἐπεὶ δὲ εἰς Βαβυλῶνα ἔμελλεν εἰσιέναι, τότ’ ἤδη καὶ μᾶλλον ἐνεπίμπρατο, στενάξας δὲ ἔφη πρὸς ἑαυτὸν “οὐκέτι ταῦτα Μίλητός ἐστι, Διονύσιε, ἡ σὴ πόλις· κἀκεῖ δὲ τοὺς ἐπιβουλεύοντας ἐφυλάττου. Τολμηρὲ καὶ τοῦ μέλλοντος ἀπροόρατε, εἰς Βαβυλῶνα Καλλιρρόην ἄγεις, ὅπου Μιθριδᾶται τοσοῦτοι; Μενέλαος ἐν τῇ σώφρονι Σπάρτῃ τὴν Ἑλένην οὐκ ἐτήρησεν, ἀλλὰ παρηυδοκίμησε καὶ βασιλέα βάρβαρος ποιμήν· πολλοὶ Πάριδες ἐν Πέρσαις. Οὐχ ὁρᾷς τοὺς κινδύνους, οὐ τὰ προοίμια; πόλεις ἡμῖν ἀπαντῶσι καὶ θεραπεύουσι σατράπαι. Σοβαρὡ̣?ʼ γέγονεν ἤδη, καὶ οὔπω βασιλεὺς ἑώρακεν ʽ??ʼ Μία τοίνυν σωτηρίας ἐλπὶς διακλέψαι τὴν γὑ̣?ʼ φυλαχθήσεται γάρ, ἂν δυνηθῇ λαθεῖν.” Τἁ̣?ʼτα λογισάμενος ἵππου μὲν ἐπέβη, τὴν δὲ Καλλιρρόην εἴασεν ἐπὶ τῆς ἁρμαμάξης καὶ συνεκάλυψε τὴν σκηνήν. Τάχα δ’ ἂν καὶ προυχώρησεν, ὅπερ ἤθελεν, εἰ μὴ συνέβη τι τοιοῦτον.

---

Chariton, De Chaerea et Callirhoe, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0554.tlg001.local001/.
