Ancient Greek
5.3.9 to 5.3.11
Chariton, De Chaerea et Callirhoe 5.3.9-11
Not analysed yet
Ἐξέλαμψε δὲ τὸ Καλλιρρόης πρόσωπον, καὶ μαρμαρυγὴ κατέσχε τὰς ἁπάντων ὄψεις, ὥσπερ ἐν νυκτὶ βαθείᾳ πολλοῦ· φωτὸς αἰφνίδιον φανέντος· ἐκπλαγέντες δὲ οἱ βάρβαροι προσεκύνησαν καὶ οὐδεὶς ἐδόκει Ῥοδογύνην παρεῖναι. Συνῆκε δὲ καὶ ἡ Ῥοδογύνη τῆς ἥττης, καὶ μήτε ἀπελθεῖν δυναμένη μήτε βλέπεσθαι θέλουσα ὑπέδυ τὴν σκηνὴν μετὰ τῆς Καλλιρρόης, παραδοῦσα αὑτὴν τῷ κρείττονι φέρειν. Ἡ μὲν ἁρμάμαξα προῄει συγκεκαλυμμένη, οἱ δὲ ἄνθρωποι, μηκέτι ἔχοντες Καλλιρρόην ὁρᾶν, κατεφίλουν τὸν δίφρον. Βασιλεὺς δὲ ὡς ἤκουσεν ἀφῖχθαι Διονύσιον, ἐκέλευσεν Ἀρταξάτην τὸν εὐνοῦχον ἀπαγγεῖλαι πρὸς αὐτὸν “ἐχρῆν μέν σε κατηγοροῦντα ἀνδρὸς ἀρχὴν μεγάλην πεπιστευμένου μὴ βραδύνειν· ἀφίημι δέ σοι τὴν αἰτίαν, ὅτι μετὰ γυναικὸς ἐβάδιζες. Ἐγὼ δὲ νῦν μὲν ἑορτὴν ἄγω καὶ πρὸς ταῖς θυσίαις εἰμί· τριακοστῇ δὲ ὕστερον ἡμέρᾳ ἀκροάσομαι τῆς δίκης.” Προσκυνήσας ὁ Διονύσιος ἀπηλλάγη.