Ancient Greek
5.7.7 to 5.7.9
Chariton, De Chaerea et Callirhoe 5.7.7-9
Not analysed yet
Διονύσιε, πρόκλησιν οὐδαμῶς συμφέρουσαν. Μαρτύρομαι· φίλος εἰμί σου καὶ ξένος. Ἀπόστηθι τῆς κατηγορίας· συμφέρει σοι. Βασιλέως δεήθητι παραπέμψαι τὴν δίκην. Παλινῳδίαν εἰπὲ ʽΜιθριδάτης οὐδὲν ἀδικεῖ· μάτην ἐμεμψάμην αὐτόν. ʼ Ἂν δὲ ἐπιμείνῃς, μετανοήσεις· κατὰ σαυτοῦ τὴν ψῆφον οἴσεις. Προλέγω σοι, Καλλιρρόην ἀπολεῖς. Οὐκ ἐμὲ βασιλεὺς ἀλλὰ δὲ μοιχὸν εὑρήσει.” Ταῦτα εἰπὼν ἐσίγησεν· ἅπαντες δὲ εἰς Διονύσιον ἀπέβλεψαν θέλοντες μαθεῖν, αἱρέσεως αὐτῷ προτεθείσης, πότερον ἀφίσταται τῆς κατηγορίας ἢ βεβαίως ἐμμένει. Τὸ γὰρ αἰνιττόμενον ὑπὸ Μιθριδάτου τί ποτε ᾖν αὐτοὶ μὲν οὐ συνίεσαν, Διονύσιον δὲ ὑπελάμβανον εἰδέναι. Κἀκεῖνος δὲ ἠγνόει, μηδέποτ̓ ἂν ἐλπίσας ὅτι Χαιρέας ζῇ. Ἔλεγεν οὖν “εἰπὲ” φησὶν “ὅ τι ποτὲ καὶ θέλεις· οὐδὲ γὰρ ἐξαπατήσεις με σοφίσμασι καὶ ἀξιοπίστοις ἀπειλαῖς, οὐδ᾽ εὑρεθήσεταί ποτε Διονύσιος συκοφαντῶν.”