Ancient Greek
5.8.1 to 5.8.6
Chariton, De Chaerea et Callirhoe 5.8.1-6
Not analysed yet
Ἔτι δὲ λέγοντος ʽοὕτω γὰρ ἦν διατεταγμένον̓ προῆλθε Χαιρέας αὐτός. Ἰδοῦσα δὲ ἡ Καλλιρρόη ἀνέκραγε “Χαιρέα, ζῇς;” καὶ ὥρμησεν αὐτῷ προσδραμεῖν· κατέσχε δὲ Διονύσιος καὶ μέσος γενόμενος οὐκ εἴασεν ἀλλήλοις περιπλακῆναι. Τίς ἂν φράσειε κατ’ ἀξίαν ἐκεῖνο τὸ σχῆμα τοῦ δικαστηρίου; ποῖος ποιητὴς ἐπὶ σκηνῆς παράδοξον μῦθον οὕτως εἰσήγαγεν; ἔδοξας ἂν ἐν θεάτρῳ παρεῖναι μυρίων παθῶν πλήρει· πάντα ἦν ὁμοῦ, δάκρυα, χαρά, θάμβος, ἔλεος, ἀπιστία, εὐχαί. Χαιρέαν ἐμακάριζον, Μιθριδάτῃ συνέχαιρον, συνελυποῦντο Διονυσίῳ, περὶ Καλλιρρόης ἠπόρουν. Μάλιστα γὰρ ἦν ἐκείνη τεθορυβημένη καὶ ἄναυδος εἱστήκει, μόνον ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς εἰς Χαιρέαν ἀποβλέπουσα· ἐδόκει δ’ ἄν μοι καὶ βασιλεὺς τότε θέλειν Χαιρέας εἶναι. Συνήθης μὲν οὖν καὶ πρόχειρος πᾶσι τοῖς ἀντερασταῖς πόλεμος· ἐκείνοις δὲ καὶ μᾶλλον ἀλλήλους ἐξῆψε φιλονεικίαν τὸ ἆθλον βλεπόμενον, ὥστε, εἰ μὴ διὰ τὴν αἰδῶ τὴν πρὸς βασιλέα, κἂν χεῖρας ἀλλήλοις προσέβαλλον. Προῆλθον δὲ μέχρι ῥημάτων. Χαιρέας μὲν ἔλεγε “πρῶτός εἰμι ἀνήρ,” Διονύσιος δὲ “ἐγὼ βεβαιότερος.” “Μὴ γὰρ ἀφῆκα τὴν γυναῖκα;” “Ἀλλ’ ἔθαψας αὐτήν.” “Δεῖξον γάμου διάλυσιν.” “Τὸν τάφον ὁρᾷς.” “Ἐμοὶ πατὴρ ἐξέδωκεν.” “Ἐμοὶ δὲ ἑαυτήν.” “Ἀνάξιος εἶ τῆς Ἑρμοκράτους θυγατρός.” “Σὺ μᾶλλον ὁ παρὰ Μιθριδάτῃ δεδεμένος.” “Ἀπαιτῶ Καλλιρρόην.” “Ἐγὼ δὲ κατέχω.” “Σὺ τὴν ἀλλοτρίαν κρατεῖς.” “Σὺ τὴν σὴν ἀπέκτεινας.” “Μοιχέ.” “Φονεῦ.” Ταῦτα πρὸς ἀλλήλους μαχόμενοι· οἱ δ’ ἄλλοι πάντες ἤκουον οὐκ ἀηδῶς. Καλλιρρόη μὲν εἱστήκει κάτω βλέπουσα καὶ κλάουσα, Χαιρέαν φιλοῦσα, Διονύσιον αἰδουμένη· βασιλεὺς δὲ μεταστησάμενος ἅπαντας, ἐβουλεύετο μετὰ τῶν φίλων οὐκέτι περὶ Μιθριδάτου, λαμπρῶς γὰρ ἀπελογήσατο, ἀλλὰ εἰ χρὴ διαδικασίαν προθεῖναι περὶ τῆς γυναικός.