# De Chaerea et Callirhoe 6.4.6-10

Chariton, De Chaerea et Callirhoe, 6.4.6 to 6.4.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chariton/de-chaerea-et-callirhoe/6.4.6

στῆθος ἄσθματος πλῆρες. Ἀληθῶς οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα, ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι.” Ταῦτ’ ἀναζωγραφῶν καὶ ἀναπλάττων ἐξεκάετο σφόδρα. Ταῦτα λέγοντος Ἀρταξάτης ὑπολαβὼν “ἐπιλέλησαι” φησί, “δέσποτα, τῶν γεγονότων· Καλλιρρόη γὰρ ἄνδρα οὐκ ἔχει, μένει δὲ τὴν κρίσιν, τίνι ὀφείλει γαμηθῆναι. Μέμνησο οὖν ὅτι χήρας ἐρᾷς· καὶ μήτε τοὺς νόμους αἰδοῦ, κεῖνται γὰρ ἐπὶ τοῖς γάμοις, μήτε μοιχείαν, δεῖ γὰρ πρῶτον εἶναι ἄνδρα τὸν ἀδικούμενον, εἶτα τὸν ἀδικοῦντα μοιχόν.” Ἤρεσεν ὁ λόγος βασιλεῖ, πρὸς ἡδονὴν γὰρ ἦν, καὶ προσλαβόμενος ὑπὸ χεῖρα τὸν εὐνοῦχον κατεφίλησε καὶ “δικαίως ἄρα σε ἐγὼ” ἔφη “πάντων προτιμῶ· σὺ γὰρ εὐνούστατος καὶ φύλαξ ἀγαθὸς ἐμοί. Ἄπιθι δὲ καὶ Καλλιρρόην ἄγε. Δύο δέ σοι προστάσσω, μὴ ἄκουσαν, μήτε φανερῶς· θέλω γάρ σε καὶ πεῖσαι καὶ λαθεῖν.” Εὐθὺς οὖν ἀνακλητικὸν τῆς θήρας σύνθημα διεδόθη καὶ πάντες ἀνέστρεφον· βασιλεὺς δὲ ἀνηρτημένος ταῖς ἐλπίσιν εἰσήλαυνεν εἰς τὰ βασίλεια χαίρων ὡς τὸ κάλλιστον θήραμα θηράσας. Καὶ Ἀρταξάτης δὲ ἔχαιρε νομίζων πρὸς ὑπηρεσίαν ὑπεσχῆσθαι, βραβεύσειν δὲ λοιπὸν ἅρμα βασιλικόν, χάριν εἰδότων ἀμφοτέρων αὐτῷ, Καλλιρρόης δὲ μᾶλλον· ευε γὰρ τὴν πρᾶξιν ῥᾳδίαν, ὡς εὐνοῦχος, ὡς δοῦλος, ὡς βάρβαρος. Οὐκ ᾔδει δὲ φρόνημα Ἑλληνικὸν εὐγενὲς καὶ μάλιστα τὸ Καλλιρρόης τῆς σώφρονος καὶ φιλάνδρου.

---

Chariton, De Chaerea et Callirhoe, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0554.tlg001.local001/.
