Ancient Greek
6.6.7 to 6.6.8
Chariton, De Chaerea et Callirhoe 6.6.7-8
Not analysed yet
Ὀρθῶς δὲ προσέταξας· ἀνείληφας γὰρ τὸ σεμνότατον πρόσωπον τοῦ δικαστοῦ καὶ θέλεις παρὰ Πέρσαις εὐδοκιμεῖν. Διὰ τοῦτό σε πάντες ὑμνοῦσιν. Ἕλληνες δέ εἰσι μικραίτιοι καὶ λάλοι. Περιβόητον αὐτοὶ ποιήσουσι τὴν πρᾶξιν, Καλλιρρόη μὲν ὑπ’ ἀλαζονείας ὅτι αὐτῆς βασιλεὺς ἐρᾷ, Διονύσιος δὲ καὶ Χαιρέας ὑπὸ ζηλοτυπίας. Οὐκ ἔστι δὲ ἄξιον οὐδὲ τὴν βασιλίδα λυπῆσαι, ἣν εὐμορφοτέραν ἐποίησεν ἡ δίκη δόξαι.” Ταύτ δ παρέμισγε τὴν παλινῳδίαν, εἴ πως ἀποστρέψαι δύναιτο βας1ʽ??ʼέα τοῦ ἔρωτος, καὶ ἑαυτὸν ἐλευθερῶσαι διακονίας δυσχεροῦς.